Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 52
Dioscurides Pedianus, De materia medica 52.2-2
Not analysed yet
2 τούτου ὁ καρπὸς ποθεὶς ἦ καὶ προστεθεὶς ἔμμηνα κινεῖ, ἁρμόζει καὶ δυσουροῦσι καὶ ὑδρωπικοῖς καὶ πλευριτικοῖς ἐν ποτήματι καὶ πρὸς θηρίων δὲ δήγματα καὶ πληγάς· τούς δὲ προλαβόντας φασὶ μὴ ἀδικεῖσθαι ὑπὸ τῶν ἑρπετῶν· συνεργεῖ δὲ καὶ συλλήψει. ἡ δὲ ῥίζα καὶ αὐτὴ οὐρητικὴ οὖσα συνουσίαν τε παρορμᾷ καὶ ἔμβρυα ἐκβάλλει προστιθεμένη. τὰ δὲ φύλλα λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα τὰ φαγεδαινικὰ ἕλκη ἀνακαθαίρει. ὁ δὲ κηπευτὸς σταφυλῖνος ἐδωδιμώτερος ὢν ἁρμόζει πρὸς τὰ αὐτά, καταδεέστερον ἐνεργῶν.