Ancient Greek · ~3 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 53
Dioscurides Pedianus, De materia medica 53.1
Not analysed yet
53 σέσελι· τὸ μὲν Μασσαλιωτικὸν φύλλα ἔχει μαράθῳ ἐοικότα, παχύτερα δὲ καὶ τὸν καυλὸν εὐερνέστερον ἔχει, σκιάδιον δὲ ἀνήθῳ ὅμοιον, ἐφʼ οὗ ὁ καρπὸς ὑπομήκης, γεγωνιωμένος, δριμύς, βιβρωσκόμενος ἡδέως, ῥίζα μακρά, εὐώδης. δύναμιν δὲ ἔχει ὁ καρπὸς καὶ ἡ ῥίζα θερμαντικήν. πινόμενα δὲ στραγγουρίαν ἰᾶται καὶ ὀρθόπνοιαν· ὠφελεῖ δὲ καὶ ὑστερικὰς πνίγας καὶ ἐπιληπτικούς, ἔμμηνά τε ἄγει καὶ ἔμβρυα καὶ πρὸς τὰ ἐντὸς πάντα ποιεῖ καὶ βῆχας ἰᾶται παλαιάς, πινόμενός τε μετὰ οἴνου ὁ καρπὸς πεπτικός ἐστι καὶ στρόφων λυτικὸς ἠπιάλοις τε χρήσιμος καὶ πρὸς τοὺς ἐν ὁδοῖς κρυμοὺς σὺν πεπέρει καὶ οἴνῳ πίνεται· δίδοται δὲ καὶ αἰξὶ καὶ τοῖς λοιποῖς κτήνεσι ποτὸν πρὸς εὐτοκίαν.