Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 53
Dioscurides Pedianus, De materia medica 53-3
Not analysed yet
53 λειχὴν ὁ ἐπὶ τῶν πετρῶν· βρύον ἐστὶ προσεχόμενον ταῖς ἐνδρόσοις πέτραις. τοῦτο καταπλασθὲν αἱμορραγίαν ἵστησι καὶ φλεγμονὰς παραιτεῖται καὶ λειχῆνας θεραπεύει· ὠφελεῖ καὶ ἰκτερικούς μετὰ μέλιτος διαχριομένου στόματος καὶ γλώσσης καὶ ῥευματισμούς παραιτεῖται.