Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 52
Dioscurides Pedianus, De materia medica 52-2
Not analysed yet
52 σχοίνου ἑλείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄποφυς ἐπ᾿ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ, παχύτεροι δὲ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἐστι δὲ καὶ τρίτη πολλῷ σαρκωδεστέρα καὶ παχυτέρα τοῖν δυεῖν ὁλόσχοινος λεγομένη· ἔχει δὲ καὶ αὕτη καρπὸν ἐπ᾿ ἄκρου ὅμοιον τῇ πρὸ αὐτῆς. 2 ἀμφοτέρων δὲ ὁ καρπὸς φρυγεὶς καὶ πινόμενος μετὰ κράματος κοιλίαν καὶ ῥοῦν ἐρυθρὸν ἵστησι καὶ οὖρα κινεῖ· ἔστι δὲ κεφαλαλγής. τὰ δὲ πρὸς τῇ ῥίζῃ ἁπαλὰ φύλλα καταπλασσόμενα φαλαγγιοδήκτοις ἁρμόζει. ἡ δὲ Εὐριπικὴ σχοῖνος ὑπνωτικὸν ἔχει τὸν καρπόν· φυλάττεσθαι δὲ δεῖ αὐτοῦ ἐν ταῖς πόσεσι τὸ πλῆθος· καροῖ γὰρ λίαν |.