Ancient Greek
53.2 to 53.3
Dioscurides Pedianus, De materia medica 53.2-3
Not analysed yet
τὸ δὲ Αἰθιοπικὸν λεγόμενον σέσελι |φύλλα μὲν ἔχει ὡς 2 κισσοῦ, ἐλάσσονα δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος δὲ μέγας κλήμασιν ὡς διπήχεσιν, ἐφʼ οὖ κλάδοι σπιθαμιαῖοι, κεφάλια δὲ ὡς ἀνήθου, σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρός, δριμύτερον δὲ καὶ εὐωδέστερον τοῦ Μασσαλιωτικοῦ, ἡδὺ ἰσχυρῶς· δύναται δὲ τὰ αὐτά. 3 τὸ δὲ ἐν Πελοποννήσῳ γινόμενον φύλλα ἔχει κωνείῳ παραπλήσια, τραχύτερα δὲ καὶ παχύτερα, καυλὸν μείζονα τοῦ Μασσαλιωτικοῦ, ναρθηκοειδῆ, ἐπʼ ἄκρου δὲ σκιάδιον πλατύ· ἐν δὲ τούτῳ καρπὸς πλατύτερος καὶ σαρκωδέστερος καὶ εὐωδέστερος. δύναμιν δὲ τὴν αὐτὴν ἔχει. φύεται δὲ ἐν τραχέσι τόποις καὶ ἐφύδροις καὶ γεωλόφοις· γεννᾶται δὲ καὶ ἐν τῇ Ἴδῃ.