Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 54
Dioscurides Pedianus, De materia medica 54-2
Not analysed yet
54 τόρδιλον· ἔνιοι δὲ καὶ τοῦτο σέσελι Κγητικὸν καλοῦσι. φύεται ἐν τῳ κατὰ Κιλικίαν Ἀμανῷ. ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον, πινόμενον πρὸς δυσουρίαν καὶ ἐμμήνων ἀγωγήν. ὁ δὲ χυλὸς τοῦ καυλοῦ καὶ τοῦ σπέρματος ἔτι χλωροῦ ὄντος ὅσον τριώβολον ποθεὶς σὺν γλυκεῖ ἡμέρας δέκα νεφριτικούς ὑγιάζει. ἡ δὲ ῥίζα πρακτική, ἀνάγουσα καὶ τὰ ἐκ θώρακος ἐκλειχομένη μετὰ μέλιτος.