Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 55
Dioscurides Pedianus, De materia medica 55-2
Not analysed yet
55 σίνων· σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρεοικὸς σελίνῳ, ἐπίμηκες, μέλαν, πυρωτικόν, πινόμενον πρὸς σπλῆνας καὶ δυσουρίας καὶ ἐμμήνων ἐποχήν. χρῶνται δὲ αὐτῷ οἱ ἐπιχώριοι ἀρτύματι μετὰ κολοκύνθης ἑφθῆς σὺν ὄξει λαμβάνοντες.