Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 55
Dioscurides Pedianus, De materia medica 55-3
Not analysed yet
55 χρυσοκόμη οἱ δὲ χρυσῖτιν. ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ, ῥίζαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ, κυπάρισσον ὑποκυοῦσαν, ἐν τῷ γλυκεῖ ὑπαυστηρόν· φύεται ἐν παλισκίοις τόποις καὶ πετρώδεσι. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ στυπτικὴν ἡ ῥίζα, ἡπατικοῖς καὶ περιπνευμονικοῖς ἁρμόζουσαν· λαμβάνεται δὲ καὶ σὺν ὑδορομέλιτι ἑφθὴ πρὸς κάθαρσιν ὑστέρας.