Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 56
Dioscurides Pedianus, De materia medica 56-3
Not analysed yet
56 χρυσόγονον· οἱ δὲ ἴασπιν, οἱ δὲ λίνον καλοῦσι. φύλλα μὲν ἔχει ὅμοια δρυΐ —ὁ δὲ θάμνος ἐστὶ πυκνός —ἄνθος δὲ παραπλήσιον φλόμῳ τῷ στεφανωματικῷ, ῥίζαν δὲ ὁμοίαν γογγυλίδι, ἔνδοθεν ἰσχυρῶς ἐρυθράν, ἔξωθεν δὲ μέλαιναν, ἥτις βοηθεῖ σύν ὄξει λεανθεῖσα καὶ ἐπιτεθεῖσα μυγαλῆς δήγμασιν.