Ancient Greek · ~4 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 57
Dioscurides Pedianus, De materia medica 57-4
Not analysed yet
57 ἑλίχρυσον ἢ χρυσάνθεμον, οἱ δὲ ἀμάραντον, ᾧ καὶ τὰ εἴδωλα στεφανοῦσι. ῥαβδίον ὀρθόν, λευκόν, φύλλα στενὰ ἐκ διαστημάτων ἔχον πρὸς τὰ τοῦ ἁβροτόνου, κόμην κυκλοτερῆ, σκιάδια χρυσοφανῆ, περιφερῆ ὥσπερ κορύμβους ξηρούς, ῥίζαν λεπτήν. φύεται |δὲ ἐν τραχέσι καὶ χαραδρώδεσι τόποις. βοηθεῖ δὲ ἡ κόμη σὺν οἴνῳ ποθεῖσα δυσουρίαις καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχιάσι καὶ ῥήγμασι, καὶ ἔμμηνα ἄγει καὶ θρόμβους αἵματος τοὺς ἐν κύστει ἢ κοιλίᾳ τήκει σὺν οἴνῳ ἤ οἰνομέλιτι πινομένη· ἴσχει δὲ καὶ κατάρρους ὅσον τριώβολον νήστει δοθὲν πιεῖν ἐν κράματι οἴνου λευκοῦ· συντίθεται δὲ καὶ μετὰ ἱματίων ἄβρωτα τηροῦσα ταῦτα. RV: χρυσάνθεμον ἢ χάλκας· οἱ δὲ χρυσανθεμίδα, οἱ δὲ χαλκῖτιν, οἱ δὲ χάλκανθον, οἱ δὲ χαλκάνθεμον, οἱ δὲ βούφθαλμον, Ῥωμαῖοι κάλθα, Θοῦσκοι γαρουλέου, Ἄφροι χουρζητά. τρυφερά τις πόα, θαμνοειδὴς δέ, λείους ἀναφέρουσα καυλοὺς καὶ φύλλα πολυσχιδῆ, ἄνθη μήλινα, ἰσχυρῶς στίλβοντα καὶ ὀφθαλμοειδῶς κυκλοτερῆ, διὸ καὶ οὕτως ὠνόμασται. φύεται δὲ περὶ τάς πόλεις· οἱ καυλοὶ δὲ αὐτῆς λαχανεύονται. τὰ δὲ ἄνθη λεῖα μετὰ κηρωτῆς στεατώματα λέγεται διαφορεῖν, ἰκτερικούς δὲ καὶ προσκαίρως εὐχροεῖν ποιεῖ ποθεῖσα μετὰ τὴν ἐν τοῖς λουτροῖς ἀπὸ τῆς μάκτρας