Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 59
Dioscurides Pedianus, De materia medica 59-3
Not analysed yet
59 περιστέριον· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ᾿ ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δʼ ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται. δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέμενα ἀνωδυνίαν ὑστέρας ποιεῖν στέλλει δὲ καὶ ἐρυσιπέλατα σὺν ὄξει καταπλασθεῖσα καὶ σηπεδόνας ἐπέχει καὶ τραύματα κολλᾷ καὶ ἀπουλοῖ τὰ παλαιὰ σύν μέλιτι.