Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 60
Dioscurides Pedianus, De materia medica 60.1
Not analysed yet
60 ἱερὰ βοτάνη, οἱ δὲ περιστερεῶνα ἐκάλεσαν· ῥάβδους ἀνίησι πηχυαίους ἢ καὶ μείζονας, γωνιοειδεῖς, γονατώδεις, περὶ ἃς τὰ φύλλα ἐκ διαστημάτων ἐοικότα δρυί, πλὴν στενώτερα καὶ ἧττον ἐντετμημένα τὰ κύκλῳ, ὑπόγλαυκα, ῥίζαν δὲ ὑπομήκη, λεπτήν. ταύτης τὰ φύλλα καὶ ἡ ῥίζα ποτιζόμενα μετ᾿ οἴνου καὶ καταπλασσόμενα ποιεῖ πρὸς ἑρπετῶν δήγματα, πρὸς δὲ ἴκτερον τὰ φύλλα ὅσον δραχμή μία μετὰ λιβανωτοῦ |τριωβόλου σὺν οἴνου παλαιοῦ θερμοῦ κοτύλῃ μιᾷ νήστει ἐφ᾿ ἡμέρας τέσσαρας πινόμενα, οἰδήματά τε χρόνια καὶ φλεγμονὰς τὰ φύλλα ἐπιπλασθέντα πραΰνει καὶ ῥυπαρὰ ἕλκη καθαίρει.