Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 60
Dioscurides Pedianus, De materia medica 60-3
Not analysed yet
60 κύμινον ἄγριον· φύεται μὲν πλεῖστον καὶ ἐνεργέστερον ἐν Καρχηδόνι τῆς Σπανίας, καυλίον σπιθαμιαῖον, λεπτὸν ἔχον, φυλλάρια τέσσαρα ἢ πέντε λεπτά, οἱονεὶ πεπρισμένα τὴν κατάσχισιν ὡς γιγγίδιον· κεφάλια δὲ ἐπ’ ἄκρου πέντε ἢ ἓξ στρογγύλα, μαλακὰ ἔχει, ἐν οἷς ὁ καρπὸς ἀχυρώδης, γευομένῳ δὲ δριμύτερος τοῦ ἡμέρου φύεται ἐν γεωλόφοις. 2 πίνεται δὲ τὸ σπέρμα πρὸς στρόφους καὶ ἐμπνευματώσεις σῦν ὕδατι, σὺν ὄξει δὲ λυγμούς παύει, πρὸς δὲ τὰ ἰοβόλα καὶ πλάδον στομάχου σὺν οἴνῳ· αἴρει δὲ καὶ ὑπώπια μασηθὲν καὶ καταπλασθὲν σύν μέλιτι καὶ σταφίδι, φλεγμονάς τε διδύμων ἰᾶται μετὰ τῶν αὐτῶν καταπλασσόμενον.