Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 61
Dioscurides Pedianus, De materia medica 61
Not analysed yet
61 ἐστι δὲ καὶ ἕτερον γένος ἀγρίου κυμίνου, ἐμφερὲς τῷ ἡμέρῳ· ἐξ ἑκάστου δὲ ἄνθους ἀφίησι κεράτια μετέωρα, ἐν οἷς ἐστι σπέρμα ὅμοιον μελανθίῳ. τοῦτο πινόμενον πρὸς ἑρπετοδήκτους ἄριστον ἀλέξημα· βοηθεῖ καὶ στραγγουριῶσι καὶ λιθιῶσι καὶ αἵματος θρόμβους οὐροῦσιν· ἐπιπινέτωσαν δὲ σελίνου σπέρμα.