Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 60
Dioscurides Pedianus, De materia medica 60.2
Not analysed yet
ἀφεψηθεῖσα δὲ 2 ὅλη ἐν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις περιρρήττει, καὶ νομὰς τὰς ἐν στόματι ἀναγαργαριζομένη ἐφίστησι, ῥαινόμενόν τε ἐν συμποσίῳ τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους ἱστορεῖται ποιεῖν. δίδοται δὲ τριταίζουσι πιεῖν τὸ τρίτον γόνυ ἀπὸ τῆς γῆς σὺν τοῖς περικειμένοις φύλλοις, τεταρταίζουσι δὲ τὸ τέταρτον. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν ἐν τοῖς καθαρμοῖς εἰς περιάμματα.