Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 61
Dioscurides Pedianus, De materia medica 61-2
Not analysed yet
61 ἀστράγαλος· θάμνος μικρὸς ἐπὶ γῆς φυόμενος, φύλλοις καὶ κλωνίοις ὅμοιος ἐρεβίνθῳ, ἄνθη πορφυρᾶ, μικρά· ῥίζα δ᾿ ὕπεστι στρογγύλη ὥσπερ ῥάφανος εὐμεγέθης, παραφυάδας ἔχουσα στερεάς, μελαίνας, σκληροτάτας ὡς κέρατα ἀντεμπεπλεγμένας ἀλλήλαις, γευσαμένῳ στυπτικάς· φύεται ἐν εὐηνέμοις καὶ συσκίοις καὶ χιονιζομένοις τόποις, πολλὴ δʼ ἐν Φενεῷ τῆς Ἀρκαδίας. ἵστησι δὲ κοιλίαν ῥευματιζομένην ἐν οἴνῳ ποθεῖσα ἡ ῥίζα, κινεῖ καὶ οὖρα· ποιεῖ καὶ πρὸς παλαιὰ ἕλκη ξηρὰ ἐπιπασσομένη καὶ αἶμα ἴσχει. κόπτεται δὲ δυσχερῶς διὰ τὸ στερεὸν αὐτῆς.