Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 62
Dioscurides Pedianus, De materia medica 62-3
Not analysed yet
62 ἄμι· ἔνιοι καὶ τοῦτο Αἰθιοπικόν, οἱ δὲ βασιλικὸν κύμινον καλοῦσιν, ἔνιοι δὲ ἑτέρας φύσεως τὸ Αἰθιοπικὸν κύμινον ἔλεξαν εἶναι καὶ ἑτέρας τὸ ἄμι. γνώριμον δὲ τὸ σπερμάτιον, μικρότερον πολλῷ τοῦ κυμίνου, ὀριγανίζον τῇ γεύσει. ἐκλέγου δὲ τὸ καθαρὸν καὶ μὴ πιτυρῶδες. δύναμιν ἔχει καὶ τοῦτο θερμαντικήν, πυρωτικήν, ξηραντικήν, ποιοῦσαν πρὸς στρόφους, δυσουρίας, θηριοδήκτους πινόμενον σὺν οἴνῳ. ἄγει δὲ καὶ ἔμμηνα μείγνυται καὶ τοῖς διὰ 2 κανθαρίδος ἐκδορίοις πρὸς τὸ ἀντιπάσχειν ταῖς ἐπιγινομέναις δυσουρίαις, καὶ ὑπώπια καταπλασθὲν σὺν μέλιτι αἴρει· τρέπει δὲ καὶ χρόαν πινόμενον καὶ συγχριόμενον ἐπὶ τὸ χλωρότερον· μετὰ δὲ σταφίδος ίδος ἢ ῥητίνης ὑποθυμιώμενον ὑστέραν ἀποκαθαίρει.