Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 63
Dioscurides Pedianus, De materia medica 63.1-2
Not analysed yet
63 μήκων ῥοιάς· ὠνόμασται διὰ τὸ ταχέως τὸ ἄνθος ἀποβάλλειν· φύεται δὲ ἐν ἀρούραις ἦρος, ὅτε· καὶ συλλέγεται. ἔοικε δὲ τὰ φύλλα κιχορίῳ ἢ θύμῳ, ὑπεσχισμένα, μακρότερα δὲ καὶ τραχύτερα |· καυλὸν δὲ ἔχει σχοινώδη, ὄρθιον, τραχύν, ὡς πήχεως, ἄνθος φοινικοῦν, ἐνίοτε δὲ λευκόν, ὅμοιον τῷ τῆς ἀγρίας ἀνεμώνης· κεφαλὴ δὲ προμήκης, ἧττον μέντοι τῆς ἀνεμώνης, καρπὸς πυρρός, ῥίζα ἐπιμήκης, ὑπόλευκος, δακτύλου ἔχουσα μικροῦ πάχος, πικρά.