Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 63
Dioscurides Pedianus, De materia medica 63.2-2
Not analysed yet
ταύτης κεφαλάς πέντε ἢ ἓξ ἐν οἴνου κυάθοις τρισὶν ἐψήσας, 2 ὥστε εἰς δύο ἀγαγεῖν, πότιζε οὓς ἂν βούλῃ ὑπνῶσαι. τοῦ δὲ σπέρματος ὅσον ὀξύβαφον ποθὲν σὺν μελικράτῳ κοιλίαν ἠπίως μαλάσσει· μείγνυται δὲ καὶ μελιτώμασι καὶ ἰτρίοις πρὸς τὸ αὐτό. τὰ δὲ φύλλα σὺν ταῖς κωδύαις καταπλασθέντα φλεγμονὰς ἰᾶται· καὶ τὸ ἀπόζεμα δὲ αὐτῶν προσαντληθὲν ὑπνοποιόν ἐστιν.