Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 62
Dioscurides Pedianus, De materia medica 62-4
Not analysed yet
62 ὑάκινθος· φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπικειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὤν καὶ αὐτὸς κοιλιακούς ὠφελεῖ, ἴκτερόν τε ἀποκαθαίρει σὺν οἴνῳ πινόμενος.