Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.1-2
Not analysed yet
64 μήκων· ἡ μέν τίς ἐστιν ἥμερος καὶ κηπευτή, ἧς τὸ σπέρμα ἀρτοποιεῖται εἰς τὴν ἐν ὑγιείᾳ χρῆσιν· καὶ σὺν μέλιτι δὲ ἀντὶ σησάμης αὐτῷ χρῶνται· καλεῖται δὲ θυλακῖτις, ἐπίμηκες ἔχουσα τὸ κεφάλιον καὶ τὸ σπέρμα λευκόν. ἡ δέ τις ἀγρία, ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, σπέρμα μέλαν, ἣ δὴ καὶ πιθῖτις ὀνομάζεται, ὐπ᾿ ἐνίων δὲ ῥοιὰς καὶ αὐτὴ διὰ τὸ ῥεῖν ἐξ αὐτῆς τὸν ἀπόν. τρίτη δὲ ἀγριωτέρα καὶ μικροτέρα καὶ φαρμακωδεστέρα τούτων, ἔχουσα τὴν κωδύαν ἐπιμήκη.