Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.2-2
Not analysed yet
κοινὴ δὲ αὐτῶν δύναμις ψυκτική, ὅθεν τὰ φύλλα καὶ αἱ 2 κωδύαι καθεψηθεῖσαι ἐν ὕδατι καὶ προσαντλούμεναι ὑπνοποιοῦσι· καὶ πίνεται δὲ πρὸς ἀγρυπνίαν τὸ ἀφέψημα, καὶ εἰς καταπλάσματα δὲ λεῖαι αἱ κωδύαι μετὰ ἀλφίτου πρὸς φλεγμονὰς καὶ ἐρυσιπέλατα μειγνύμεναι ἁρμόζουσι. δεῖ δὲ κόπτοντας αὐτὰς χλωρὰς ἀναπλάττειν εἰς τροχίσκους καὶ ξηραίνοντας ἀποτίθεσθαι καὶ οὕτως χρῆσθαι. καθ᾿ ἑαυτὰς δὲ ἑψηθεῖσαι αἱ κωδύαι ἐν ὕδατι ἄχρι ἡμίσους, εἶτα σὺν μέλιτι πάλιν ἑψηθεῖσαι, μέχρι ἂν συστραφῇ τὸ ὑγρόν, ποιοῦσι φάρμακον ἐκλεικτὸν ἀνώδυνον πρὸς βῆχας καὶ ῥευματισμούς ἀρτηρίας καὶ κοιλιακάς διαθέσεις·