Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.3-2
Not analysed yet
ἐνεργέστερον δὲ γίνεται μιγέντων 3 αὐτῷ ὑποκιστίδος χυλοῦ καὶ ἀκακίας. τὸ δὲ σπέρμα τῆς μελαίνης μήκωνος λεῖον ποτίζεται σὺν οἴνῳ πρὸς ῥεῦμα κοιλίας καὶ γυναικεῖον ῥοῦν· καταπλάσσεται δὲ ἐπὶ τῶν ἀγρυπνούντων μετὰ ὕδατος ἐπὶ τοῦ μετώπου καὶ τῶν κροτάφων. ὁ δὲ ὀπὸς καὶ αὐτὸς ψύχων ἐπὶ πλέον καὶ παχύνων καὶ ξηραίνων ληφθεὶς βραχύς ὅσον ὄροβος ἀνώδυνός ἐστι καὶ ὑπνοποιὸς καὶ πεπτικός, βοηθῶν βηξὶ καὶ κοιλιακαῖς διαθέσεσι· πλείων δὲ ποθεὶς βαπτίζει ὕπνῳ ληθαργωδῶς καὶ ἀναιρεῖ.