Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.4-2
Not analysed yet
ποιεῖ δὲ 4 καὶ κεφαλαλγίαις σύν ῥοδίνῳ ἐμβρεχόμενος, ὠταλγοῦσι δὲ σὺν ἀμυγδαλίνῳ καὶ κρόκῳ καὶ σμύρνη ἐγχεόμενος, ἐπὶ δὲ φλεγμονῆς ὀφθαλμῶν σὺν λεκίθῳ ὠοῦ ὀπτῇ καὶ κρόκῳ, πρὸς ἐρυσιπέλατα δὲ καὶ τραύματα σὺν ὄξει, ποδάγραις τε σύν γάλακτι γυναικείῳ καὶ κρόκῳ· προστεθεὶς δὲ δακτυλίῳ ἀντὶ βαλανίου ὕπνον ποιεῖ.