Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.5-2
Not analysed yet
5 κράτιστος δέ ἐστιν ὀπὸς ὁ πυκνὸς καὶ βαρὺς ἐν τε τῇ ὀσμῇ καρωτικός, πικρὸς ἐν τῇ γεύσει, εὐχερῶς διειμένος ὕδατι, λεῖος, λευκός, οὐ τραχύς οὐδὲ θρομβοειδὴς οὐδὲ συστρεφόμενος ἐν τῷ διΐεσθαι ὡς ὁ κηρός, ἐν τε τῷ ἡλίῳ τεθεὶς διαχεόμενος καὶ πρὸς λύχνον ἐξαπτόμενος οὐ ζοφώδει φλογί, φυλάσσων τε μετὰ τὸ σβεσθῆναι τὴν ἐν τῇ ὀσμῇ δύναμιν. δολοῦσι δὲ αὐτὸν γλαύκιον μειγνύντες ἢ κόμμι ἢ θρίδακος ἀγρίας χυλόν· ἐστι δὲ ὁ μὲν ἐκ τοῦ γλαυκίου κροκίζων ἐν τῇ ἀνέσει, ὁ δὲ ἐκ τῆς θρίδακος ἐξίτηλος τὴν ὀσμὴν καὶ τραχύτερος, ὁ δὲ ἐκ τοῦ κόμμεως ἄτονος καὶ διαυγής.