Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.6
Not analysed yet
6 ἔνιοι δὲ εἰς τοσοῦτον ἀπονοίας παραγίνονται ὡς καὶ στέαρ μειγνύναι αὐτῷ. φώγνυται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐπ᾿ ὀστράκου καινοῦ, ἕως ἂν μαλακὸς καὶ κιρρότερος φανῇ. Ἐρασίστρατον μέντοι Διαγόρας φησὶν ἀποδοκιμάζειν αὐτοῦ τὴν χρῆσιν ἐπί τε ὠταλγίας καὶ ὀφθαλμιώντων διὰ τὸ ἀμβλυωπῆ εἶναι καὶ καρωτικόν. Ἀνδρέας δέ φησιν ὅτι, εἰ μὴ ἐδολοῦτο, ἐτυφλοῦντο ἂν οἱ ἐγχριόμενοι ὑπ᾿ αὐτοῦ, Μινησίδημος δὲ μόνην αὐτοῦ εἶναι χρῆσιν τὴν κατὰ ὄσφρησιν εἰς ὕπνον ἁρμόζουσαν, ἄλλως δὲ ἐπιβλαβῆ τυγχάνειν· ἅπερ ἐστὶ ψευδῆ, ὑπὸ τῆς πείρας ἐλεγχόμενα διὰ τὸ ἐπιμαρτυρεῖσθαι τοῖς ἔργοις τὴν ἐνέργειαν τοῦ φαρμάκου.