Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 64
Dioscurides Pedianus, De materia medica 64.7
Not analysed yet
οὐκ ἄτοπον δὲ ὑπογράψαι καὶ τὸν τρόπον, ᾧ τὸν ὀπὸν 7 συλλέγουσιν· ἔνιοι μὲν οὖν τὰς κωδύας μετὰ τῶν φύλλων κόπτοντες ἐκθλίβουσι διὰ πιεστῆρος καὶ τρίβοντες ἐν θυίᾳ ἀναπλάττουσι τροχίσκους· καλεῖται δὲ τὸ τοιοῦτο μηκώνιον, ἀδρανέστερον ὂν τοῦ ἀποῦ. ὀπίζοντας δὲ δεῖ μετὰ τὸ τὰς δρόσους ἀνικμασθῆναι περιγράφειν μαχαιρίῳ τὸν ἀστερίσκον, ὡς μὴ εἰς τὸ ἐντὸς διατρῆσαι, καὶ ἐκ πλαγίου δὲ τὰς κωδύας ἐπʼ εὐθείας ἐντέμνειν ἐξ ἐπιπολῆς καὶ ἀναψᾶν τὸ δάκρυον ἐπερχόμενον δακτύλῳ εἰς μύακα καὶ πάλιν ἐπιπορεύεσθαι μετ᾿ οὐ πολύ· εὑρίσκεται γὰρ ἐπισυνεστός, καὶ τῇ ἐπιούσῃ δὲ ἡμέρᾳ οὕτως εὑρίσκεται· δεῖ δὲ καὶ τοῦτο τρίβοντας ἐν θυΐᾳ ἀναπλάσσειν καὶ ἀποτίθεσθαι· ἐν μέντοι τῷ τέμνειν ὀπίσω ἀναχωρεῖν δεῖ πρὸς τὸ μὴ ἀναψᾶσθαι ὑπὸ τῶν ἱματίων τὸν ὀπόν|.