Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 65
Dioscurides Pedianus, De materia medica 65.1
Not analysed yet
65 μήκων κερατῖτις, ἣν ἔνιοι παράλιον καλοῦσιν, οἱ δὲ ἀγρίαν μήκωνα· φύλλα ἔχει λευκά, δασέα, ὅμοια φλόμῳ, πεπρισμένα τὴν περιφέρειαν ὥσπερ τῆς ἀγρίας μήκωνος καὶ τὸν καυλὸν ὅμοιον, ἄνθος ὠχρόν· καρπὸν δὲ μικρόν, καμπύλον ὥσπερ κέρας, ὅμοιον τῳ τῆς τήλιδος, ὅθεν καὶ ἐπωνόμασται· σπέρμα δὲ μικρόν, μέλαν, ὅμοιον τῷ τῆς μήκωνος, ῥίζαν ἐξ ἐπιπολῆς φυομένην, μέλαιναν, παχεῖαν· φύεται ἐν παραθαλασσίοις τόποις καὶ τραχέσι.