Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 65
Dioscurides Pedianus, De materia medica 65.2
Not analysed yet
2 δύναμιν δὲ ἔχει ἡ μὲν ῥίζα ἑψηθεῖσα ἄχρι ἡμίσους ἐν ὕδατι καὶ ποθεῖσα ἰσχιάδας καὶ ἡπατικὰς διαθέσεις θεραπεύειν καὶ τούς παχέα ἢ ἀραχνιώδη οὐροῦντας ὠφελεῖν· τὸ δὲ σπέρμα πλῆθος ὀξυβάφου ποθὲν σὺν μελικράτῳ κοιλίαν ἐπιεικῶς καθαίρει. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη ἐσχάρας περιρρήττει καταπλασθέντα σύν ἐλαίῳ, ἐγχρισθέντα δὲ τὰ ἐπὶ κτηνῶν ἄργεμα καὶ νεφέλια ἀποκαθαίρει. ἔνιοι δὲ ἐπλανήθησαν νομίσαντες ἐκ ταύτης τὸ γλαύκιον γίνεσθαι διὰ τὴν τῶν φύλλων ἐμφέρειαν.