Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 66
Dioscurides Pedianus, De materia medica 66-2
Not analysed yet
66 μήκων ἀφρώδης, ὑπὸ δέ τινων Ἡρακλεία κληθεῖσα, καυλίον ἔχει σπιθαμιαῖον καὶ τὸ φύλλον σφόδρα μικρόν, στρουθίῳ ἐοικὸς καὶ καρπὸν παῤ αὐτῷ λευκόν —καὶ τὸ ὅλον δὲ βοτάνιον λευκόν ἐστι καὶ ἀφρῶδες —ῥίζαν δὲ λεπτήν, ἐπιπόλαιον. ταύτης ὁ καρπὸς συλλέγεται, ὅταν τελείως ἁδρυνθῇ θέρους, καὶ ξηρανθεὶς ἀποτίθεται. καθαίρει δὲ δι᾿ ἐμέτων ὀξυβάφου πλῆθος σύν μελικράτῳ λαμβανόμενος· ἰδίως δὲ ἡ τοιαύτη κάθαρσις ἐπιληπτικοῖς ἁρμόζει.