Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 109
Dioscurides Pedianus, De materia medica 66.109.3
Not analysed yet
3 οἱ δὲ πυρῆνες τῶν φοινίκων καίονται ἐν ὠμῇ χύτρᾳ καθάπερ καὶ τὰ ἄλλα πάντα, εἶτα σβεσθέντες οἴνῳ πλύνονται καὶ εἰς ἀντίσποδα. εὐθετοῦσι δὲ εἰς καλλιβλέφαρα, κἂν μὴ αὐτάρκως καῶσι, πάλιν τὸ αὐτὸ γίνεται. δύναμιν δὲ ἔχουσι στυπτικήν, παρεμπλαστικήν, ποιοῦσαν πρὸς τὰς ἐν ὀφθαλμοῖς φλυκτίδας, σταφυλώματα, μίλφους σὺν νάρδῳ· σὺν οἴνῳ δὲ στέλλουσι καὶ ὑπερσαρκώματα καὶ ἀπουλοῦσιν ἕλκη. εὐθετοῦσι δὲ μάλιστα οἱ ἀπ᾿ Αἰγύπτου οἱ ἐκ τῶν χαμαιζήλων φοινίκων.