Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 66, Chapter 68, Section 3
Dioscurides Pedianus, De materia medica 66.68.3
Not analysed yet
καίεται δὲ ἐν 3 ὠμῇ χύτρᾳ μετὰ κερατίου ἐν καμίνῳ, ὀπτᾶται δὲ ἐπʼ ἀνθράκων ἐμφυσωμένων. τὸ δὲ τῆς ἀκάνθης ἕψημα καταντλούμενον ἄρθρα λελυμένα ἵστησι. τὸ δὲ κόμμι τῆς ἀκάνθης διαφέρει τὸ σκωληκοειδές, ὑελίζον, διαυγές, ἄξυλον, εἶτα τὸ λευκόν· τὸ δὲ ῥητινῶδες καὶ ῥυπαρὸν ἄχρηστον. δύναμιν δὲ ἔχει παρεμπλαστικήν, ἀμβλυντικὴν δριμέων φαρμάκων, οἷς μείγνυται, πυρίκαυτά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι καταχριόμενον μετʼ ὠοῦ.