Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 69
Dioscurides Pedianus, De materia medica 69-2
Not analysed yet
69 ἐλαφοβόσκον· καυλός ἐστι λιβανωτίδι ἢ μαράθῳ ἐμφερής, γεγονατωμένος, φύλλα διδάκτυλα τὸ πλάτος, ἱκανῶς ἐπιμήκη ὡς τερμίνθου, περικεκλασμένα, τραχέα ποσῶς. ἔχει δὲ παραφυάδας ἱκανὰς ὁ καυλός, σκιάδια ἐχούσας ὅμοια ἀνήθῳ, ἄνθη ὑπομήλινα, καὶ τὸ σπέρμα ἀνήθῳ ἐμφερές ῥίζα ὡς τριδάκτυλος τὸ μῆκος, πάχος δακτύλου, λευκή, γλυκεῖα, ἐδώδιμος· καὶ ὁ καυλὸς δὲ λαχανεύεται ἀρτιφυὴς ὤν. ταύτην φασὶ τὴν πόαν νεμηθείσας τὰς ἐλάφους ἀντέχειν τοῖς τῶν ἑρπετῶν δήγμασιν· ὅθεν καὶ τὸ σπέρμα δίδοται τοῖς ἑρπετοδήκτοις σὺν οἴνῳ.