Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.1-2
Not analysed yet
70 μάραθον· τούτου ἐσθιομένη ἡ πόα δύναται γάλα κατασπᾶν, καὶ τὸ σπέρμα δὲ πινόμενον ἢ συνεψόμενον πτισάνῃ. τὸ δὲ ἀφέψημα τῆς κόμης ποθὲν νεφριτικοῖς καὶ τοῖς περὶ κύστιν πάθεσιν ἁρμόζει διουρητικὸν ὑπάρχον, ἑρπετοδήκτοις δὲ δίδοται σὺν οἴνῳ καὶ καταμήνια ἄγει, ἐν πυρετοῖς τε ναυσίαν καὶ καῦσον στομάχου παραιτεῖται μετὰ ψυχροῦ ὕδατος πινόμενον. αἱ δὲ ῥίζαι λεῖαι σὺν μέλιτι καταπλασθεῖσαι κυνοδήκτους θεραπεύουσιν.