Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 69
Dioscurides Pedianus, De materia medica 69-3
Not analysed yet
69 ψύλλιον· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπʼ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις. δύναμιν δὲ ἔχει ψυκτικήν ὠφελεῖ δὲ καταπλασσόμενον 2 ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλ αλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον δεῖ δὲ ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς.