Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 7
Dioscurides Pedianus, De materia medica 7-3
Not analysed yet
7 κληματίς· ατίς· οἱ δὲ δαφνοειδές, οἱ δὲ μυρσινοειδές, οἱ δὲ πολυγονοειδὲς καλοῦσι. φύεται ἐπὶ γῆς, κλήματα δὲ ἔχει μακρά, ὡς ὁλοσχοίνου τὸ πάχος, πέταλον δὲ μικρόν, δάφνῃ ἐμφερὲς τῷ τε σχήματι καὶ τῇ χρόᾳ, μικρότερον δὲ πολλῷ. ταύτης τὰ φύλλα καὶ οἱ καυλοὶ σὺν οἴνῳ πινόμενα διαρροίας καὶ δυσεντερίας παύει· μετὰ γάλακτος δὲ καὶ ῥοδίνου ἢ κυπρίνου ἐν πεσσῷ προστιθεμένη ὑστέρας πόνους θεραπεύει· παύει δὲ καὶ ὀδόντων πόνους διαμασωμένη, βοηθεῖ καὶ θηρισδδήκτοις ἐπιτιθεμένη. ἱστορεῖται δὲ καὶ ἀσπιδοδήκτοις μετ᾿ ὄξους πινομένη βοηθεῖν. φύεται δὲ ἐν χέρσοις.