Ancient Greek · ~3 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 8
Dioscurides Pedianus, De materia medica 8-3
Not analysed yet
8 Πολεμώνιον· οἱ δὲ Φιλεταίριον, Καππάδοκες δὲ χιλιοδύναμον καλοῦσι. κλωνία ἔχει λεπτά, τεταρσωμένα, φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου |ἢ τῆς καλαμίνθης· ἐπ᾿ ἄκρων δὲ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν, ῥίζα παχεῖα, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ· φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις. 2 ταύτης ἡ ῥίζα πίνεται ἐν οἴνῳ πρὸς θηρία καὶ δυσεντερίαν, δυσουρίαν τε καὶ ἰσχιάδα μεθ᾿ ὕδατος, σπληνικοῖς δὲ δίδοται μετ᾿ ὄξους ὅσον δραχμῆς μιᾶς ὁλκή· καὶ περιάπτεται δὲ ἡ ῥίζα πρὸς σκορπίου πληγήν· φασὶ δὲ μὴ τύπτεσθαι τοὺς ἔχοντας αὐτὴν ἢ κἀν πληγῶσι, μηδὲν πάσχειν. παύει δὲ καὶ ὀδονταλγίας διαμασωμένη.