Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 70
Dioscurides Pedianus, De materia medica 70.2-2
Not analysed yet
ὁ δὲ χυλὸς ἐκθλιβέντων τῶν καυλῶν καὶ 2 τῶν φύλλων ἐν ἡλίῳ ξηρανθεὶς εἰς τὰ ὀφθαλμικά, ὅσα πρὸς ὀξυδερκίαν, σκευάζεται χρησίμως· χυλίζεται δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα χλωρὸν ἔτι ὂν σὺν τοῖς φύλλοις καὶ τοῖς ἀκρεμόσι καὶ ἡ ῥίζα κατὰ τὴν πρώτην ἐκβλάστησιν. ἐν δὲ τῇ πρὸς ἐσπέραν Ἰβηρίᾳ καὶ ὀπὸν ἀνίησιν ὅμοιον κόμμει, ἀποθεριζόντων ἐν τῇ ἀνθήσει μέσον τὸν καυλὸν τῶν ἐπιχωρίων καὶ πυρὶ παρατιθέντων, ἵνα ὑπὸ τῆς θερμασίας οἷον ἀφιδρῶσαν ἐξιπώσῃ τὸ κόμμι· ἔστι δὲ ἐνεργέστερον τοῦ χυλοῦ πρὸς τὰ ὀφθαλμικὰ τοῦτο.