Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 71
Dioscurides Pedianus, De materia medica 71-2
Not analysed yet
71 πομάραθον· μάραθόν ἐστιν ἄγριον μέγα· φέρει δὲ τὸ σπέρμα κάχρυῖ ὅμοιον, ῥίζα δὲ ὕπεστιν εὐώδης, ἥτις πινομένη στραγγουρίαν ἰᾶται καὶ ἔμμηνα ἄγει προστιθεμένη. τὸ δὲ σπέρμα καὶ ἡ ῥίζα κοιλίαν ἵστησι πινόμενα, θηριοδήκτοις τε βοηθεῖ καὶ λίθους θρύπτει καὶ ἴκτερον ἀποκαθαίρει. τῶν δὲ φύλλων τὸ ἀφέψημα πινόμενον γάλα ἄγει καὶ τὰς ἐκ τοκετῶν γυναῖκας ἀποκαθαίρει. καλεῖται καὶ ἕτερον ἱππομάραθον, φύλλα ἔχον μικρά, στενά, προμήκη, καρπὸν δὲ στρογγύλον πρὸς τὸν τοῦ κορίου, δριμύν, εὐώδη, θερμαντικόν. ἀναλογεῖ δὲ αὐτοῦ ἡ δύναμις τῷ προειρημένῳ, ἀσθενέστερον ἐνεργοῦσα.