Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 72
Dioscurides Pedianus, De materia medica 72.1-2
Not analysed yet
72 δαῦκος· ὁ μέν τις καλεῖται Κρητικός, μαράθῳ ὅμοια ἔχων τὰ φύλλα, μικρότερα δὲ καὶ λεπτότερα, καυλὸν δὲ σπιθαμιαῖον, σκιάδιον ὅμοιον κοριάνδρῳ, ἄνθη λευκά· ἐν δὲ τούτοις ὁ καρπὸς λευκός, δασύς, δριμὺς ἐν τῷ διαμασᾶσθαι, εὐώδης· ῥίζα δακτύλου τὸ πάχος, τὸ δὲ μῆκος σπιθαμῆς. γεννᾶται δὲ ἐν πετρώδεσι τόποις καὶ εὐηλίοις. ὁ δέ τις αὐτοῦ ἐστι σελίνῳ ἀγρίῳ παραπλήσιος, ἀρωματώδης καὶ εὐώδης, δριμὺς καὶ πυρώδης γευομένῳ· διαφέρει δὲ ὁ Κρητικός.