Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 72
Dioscurides Pedianus, De materia medica 72.2-2
Not analysed yet
τὸ δὲ 2 τρίτον εἶδος κορίῳ τὰ φύλλα ἔοικε καὶ τὰ ἄνθη λευκά· κεφαλὴν δὲ ἔχει καὶ καρπὸν ὅμοια ἀνήθῳ, σκιάδιον δὲ σταφυλίνῳ ἐοικός, σπέρματος ἐπιμήκους πλῆρες ὡς κυμίνου, δριμέος. πάντων δέ ἐστι τὸ σπέρμα θερμαντικόν· πινόμενον δὲ ἐμμήνων καὶ ἐμβρύων καὶ οὔρων ἀγωγὸν καὶ στρόφων ἀπαλλακτικὸν βηχῶν τε χρονίων πραϋντικόν· ἀρήγει δὲ καὶ φαλαγγιοδήκτοις σὺν οἴνῳ ποθέν, διαφορεῖ δὲ καὶ οἰδήματα καταπλασθέν. ἡ δὲ χρῆσις τῶν μὲν ἄλλων τοῦ σπέρματος, τοῦ δὲ Κρητικοῦ καὶ τῆς ῥίζης, ἧτις μάλιστα πρὸς θηρία πίνεται μετ᾿ οἴνου.