Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 73a
Dioscurides Pedianus, De materia medica 73a.1
Not analysed yet
RV: δελφίνιον· οἱ δὲ διάχυτος, οἱ δὲ διάχυσις, οἱ δὲ παράλυσις, οἱ δὲ κάμμαρος, οἱ δὲ ὑάκινθος, οἱ δὲ ὕφαιμον, οἱ δὲ ἄρας, οἱ δὲ δελφινιάς, οἱ δὲ Νήρειον, οἱ δὲ Νηρειάδιον, οἱ δὲ σώσανδρον, οἱ δὲ Κρόνιον, Ῥωμαῖοι βουκίνους μίνορ. κλῶνας ἀνίησι δισπιθαμιαίους ἢ καὶ μείζονας ἀπὸ μιᾶς ῥίζης, περὶ οὓς φυλλάρια ἐπεσχισμένα, λεπτά, ἐπιμήκη, δελφινοειδῆ, ὅθεν καὶ ὠνόμασται· ἄνθος δὲ ὅμοιον λευκοΐῳ, ἐμπόρφυρον, σπέρμα ἐν λοβοῖς κέγχρῳ ἐμφερές.