Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 73
Dioscurides Pedianus, De materia medica 73.1-2
Not analysed yet
73 στρύχνον μανικόν, ὃ ἔνιοι πέρσειον, οἱ δὲ περισσόν, οἱ δὲ ἄνυδρον, οἱ δὲ πεντόδρυον, οἱ δὲ ἔνορυ, οἱ δὲ θρύον, οἱ δὲ ἀρθόγυιον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δὲ ἀνίησιν ἀπὸ τῆς α'ττῆς ῥίζης ὑπερφυεῖς, δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας, κεφαλὴν ἐπικειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δὲ ὥσπερ πλατάνου σφαῖραν,