Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 73
Dioscurides Pedianus, De materia medica 73.2-2
Not analysed yet
2 μείζω δὲ καὶ πλατυτέραν, ἄνθος δὲ μέλαν· μετὰ δὲ τοῦτο καρπὸν ἴσχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, —ῥᾶγας δὲ δέκα ἢ δώδεκα ὁμοίας κισσοῦ κορύμβοις —μαλακὸν ὡσπερεὶ σταφυλήν· ῥίζα δʼ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανῶσι. δύναμιν δὲ ἔχει ἡ ῥίζα πινομένη μετʼ οἴνου δραχμῆς μιᾶς πλῆθος φαντασίας ἀποτελεῖν οὐκ ἀηδεῖς, δύο δὲ δραχμαὶ ποθεῖσαι ἐξιστάνουσιν ἄχρι τριῶν ἡμερῶν, τέσσαρες δὲ ποθεῖσαι καὶ ἀναιροῦσιν ἀντιφάρμακον δʼ ἐστὶν αὐτοῦ μελίκρατον πολὺ πινόμενον καὶ ἐξεμούμενον.