Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 73a
Dioscurides Pedianus, De materia medica 73a.2
Not analysed yet
2 τούτου τὸ σπέρμα βοηθεῖ ποθὲν σὺν οἴνῳ σκορπιοπλήκτοις ὡς οὐδὲν ἕτερον· φασὶ δὲ καὶ τοὺς σκορπίους παρατεθείσης τῆς πόας παραλύεσθαι ἀπράκτους τε καὶ ναρκώδεις γίνεσθαι, ὑφαιρουμένης δὲ εἰς τὸ αὐτὸ καθεστάναι. φύεται ἐν τραχέσιν καὶ εὐηλίοις χωρίοις. δελφίνιον ἕτερον· οἱ δὲ ὑάκινθον, Ῥωμαῖοι βουκίνους· καὶ αὐτὸ ἐμφερὲς τῷ πρὸ αὐτοῦ, τοῖς δὲ φύλλοις καὶ τοῖς κλωνίοις ἰσχνότερον πολλῷ, δύναμιν ἔχον καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ, οὐχ οὕτως δὲ ἐνεργές.