Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 73b
Dioscurides Pedianus, De materia medica 73b
Not analysed yet
73 πύρεθρος· πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκος ἄγριος ἢ μάραθον· σκιάδιον δὲ ὡς ἀνήθου τροχοειδές· ῥίζα δὲ δακτύλου μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη, φλέγματος ἐπισπαστική· διὸ καὶ ὀδονταλγίαις βοηθεῖ μετ᾿ ὄξους ἑψηθεῖσα καὶ διακλυζομένη· ἄγει δὲ καὶ φλέγμα διαμασηθεῖσα, συγχριομένη δὲ μετ᾿ ἐλαίου ἱδρῶτας κινεῖ, ποιοῦσα πρὸς τὰ χρόνια ῥίγη· καὶ πρὸς ἐψυγμένα δὲ ἢ παρειμένα μέρη τοῦ σώματος ἄκρως ἁρμόζει.