Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 74
Dioscurides Pedianus, De materia medica 74.1-2
Not analysed yet
74 λιβανωτίς· δισσή· ἡ μέν τις κάρπιμος, ὑπ᾿ ἐνίων δὲ ζέα ἢ καμψάνεμα καλουμένη, ἧς ὁ καρπὸς κάχρυ καλεῖται. φύλλα δὲ ἔχει μαράθῳ ὅμοια, πλατύτερα δὲ καὶ παχύτερα, τροχοειδῶς ἐπὶ γῆς ἐστρωμένα, εὐώδη· καυλὸν δὲ ὅσον πήχεως ἢ καὶ μείζονα, μασχάλας ἔχοντα πολλὰς καὶ ἐπ᾿ ἄκρῳ σκιάδια, ἐφ᾿ ὧν καρπὸς πολύς, λευκός, ἐοικὼς σφονδυλίῳ, περιφερής, γωνίας ἔχων, δριμύς, ῥητινίζων, ἐν τῷ διαμασᾶσθαι ἐπικαίων τὴν γεῦσιν· ῥίζα δὲ λευκή, εὐμεγέθης, ὅζουσα λιβάνου.