Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 74
Dioscurides Pedianus, De materia medica 74.2-2
Not analysed yet
2 ἡ δὲ ἑτέρα κατὰ πάντα ἐοικυῖα τῇ πρὸ αὐτῆς σπέρμα φέρει πλατύ, μέλαν ὡς σφονδύλιον, εὐῶδες, οὐ πυρωτικόν, ῥίζαν ἐκ μὲν τῶν ἐκτὸς μέλαιναν, θραυσθεῖσαν δὲ λευκήν. ἡ δὲ λεγομένη ἄκαρπος, κατὰ πάντα ὁμοία οὖσα ταῖς προειρημέναις, οὔτε καυλὸν ἀνίησιν οὔτε ἄνθος οὔτε σπέρμα φύεται δὲ ἐν πετρώδεις καὶ τραχέσι τόποις. πασῶν δὲ κοινῶς ἡ πόα καταπλασθεῖσα λεία αἱμορροΐδας στέλλει, φλεγμονάς τε τὰς κατὰ δακτύλιον πραΰνει καὶ κονδυλώματα καὶ χοιράδας καὶ τὰ δύσπεπτα τῶν ἀποστημάτων συμπέσσει.