Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 74
Dioscurides Pedianus, De materia medica 74.3-2
Not analysed yet
3 αἱ δὲ ῥίζαι ξηραὶ σὺν μέλιτι ἕλκη ἀνακαθαίρουσι καὶ στρόφους ἰῶνται καὶ θηριοδήκτοις ἀρμόζουσι σὺν οἴνῳ πινόμεναι, ἔμμηνά τε ἄγουσι καὶ οὖρα· διαφοροῦσι δὲ καὶ οἰδήματα παλαιὰ καταπλασσόμεναι. ὁ δὲ χυλὸς τῆς ῥίζης καὶ τῆς πόας ὀξυδερκὴς μειγνύμενος μέλιτι καὶ ἐγχριόμενος. ὁ δὲ καρπὸς πινόμενος τὰ αὐτὰ ποιεῖ, βοηθεῖ καὶ ἐπιληψίαις καὶ ταῖς ἐν θώρακι παλαιαῖς διαθέσεσιν, ἰκτερικοῖς τε μετὰ πεπέρεως καὶ οἴνου διδόμενος. ἐστι δὲ καὶ ἱδρωτικὸς σὺν ἐλαίῳ ἀλειφόμενος, ἀρμόζει καὶ σπάσμασι καὶ ῥήγμασι, ποδάγραις τε καταπλασσόμενος λεῖος σὺν αἰρίνῳ ἀλεύρῳ καὶ ὄξει, ἀλφούς τε σμήχει μειγνύμενος ὄξει δριμυτάτῳ.