Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 74
Dioscurides Pedianus, De materia medica 74.4-2
Not analysed yet
τῷ δὲ σπέρματι εἰς τὰ ποτήματα 4 χρῆσθαι δεῖ τῆς μὴ τὸ κάχρυ φερούσης λιβανωτίδος· δριμὺ γὰρ ἐκεῖνο καὶ τραχυντικὸν τῆς ἀρτηρίας. Θεόφραστος δὲ ἱστορεῖ (h. pl. IX 11, 11) μετὰ τῆς ἐρείκης λιβανωτίδα θρίδακι ἀγρίᾳ τῇ πικρᾷ ὅμοια φύλλα ἔχουσαν, ῥίζαν δὲ βραχεῖαν φύεσθαι, καθαίρειν δὲ ἄνω καὶ κάτω τὴν ῥίζαν ποθεῖσαν, λευκότερα μέντοι καὶ τραχύτερα τὰ φύλλα τῶν τῆς θρίδακος. τὸ μέντοι κάχρυ δύναμιν ἔχει θερμαντικήν, ἀναξηραντικὴν σφόδρα· ὅθεν ἁρμόζει σμήγμασι μειγνύμενον πρὸς ῥευματιζομένους ὀφθαλμοὺς ἐπὶ τῆς κεφαλῆς ἐμπλασσόμενον καὶ ἀποσμώμενον μετὰ ἡμέρας τρεῖς.